Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
40 καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται. ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.
41 οὐ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεχʼ ἡ περὶ τῆς δωρειᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονʼ αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν. τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος, ὅς, εἴπερ τις ἄλλος τῶν εἰληφότων, δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς, οὐ τῷ μεγάλʼ ἢ θαυμάσιʼ ἡλίκα δοῦναι, ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρὸν ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι.
42 οὗτος γὰρ ἁνήρ, ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ τὸ τότʼ αὐτῷ γραφέν, τοῖς ἁλοῦσι τότʼ ἐν Σικελίᾳ τῶν πολιτῶν, ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν, ἔδωκε μνᾶς ἑκατὸν καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος ἐγένετο. καὶ μετὰ ταῦτα, δοθείσης ἀτελείας αὐτῷ διὰ ταῦτα παρʼ ὑμῶν, ὁρῶν ἐν τῷ πολέμῳ πρὸ τῶν τριάκοντα μικρὸν σπανίζοντα τὸν δῆμον χρημάτων, τάλαντον ἔδωκεν αὐτὸς ἐπαγγειλάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme