Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
221 ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ὦ ἄνδρες δικασταί, τίνος εἵνεκʼ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν; οὐδέ γʼ ἀσφαλές. ἀλλʼ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν; ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν· καὶ γὰρ ταῦτʼ ἀκήκοʼ αὐτὸν λέγειν. καίτοι μηδενός γʼ ὄντος, Αἰσχίνη, δεινοῦ μηδʼ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτʼ ἐρεῖ, σκοπεῖτʼ, ἄνδρες δικασταί, εἰ ἐφʼ οἷς ὁ μηδʼ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλʼ οὐ διὰ ταῦτα.
222 ἀλλὰ διὰ τί σου κατηγορῶ; συκοφαντῶ νὴ Δία, ἵνʼ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους (ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλʼ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα), ἢ παρὰ τούτων ἀφʼ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τʼ ἐχθρὸν εἶναι καὶ τούτοις; καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δʼ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετʼ ἔχθρας λαμβάνειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme