Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
126 ἐπειδὴ ταῦτʼ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθʼ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφʼ ᾗ τότʼ ἐξωμόσαθʼ ὑπολογισάμενος, οὔθʼ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητʼ ἀνθʼ αὑτοῦ, οὔθʼ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει,
127 οὔθʼ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθʼ ὡς ἐπικεκήρυκται χρήματʼ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτʼ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν· ἀλλʼ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτʼ ἀνελὼν καὶ παριδὼν ᾤχετο.
128 καὶ τοιούτου τοῦ πράγματος ὄντος, ἔτι πολλῷ δεινότερʼ ἐστὶν ἃ ἐκεῖσʼ ἐλθὼν διεπράξατο. ἁπάντων γὰρ ὑμῶν τουτωνὶ καὶ τῶν ἄλλων Ἀθηναίων οὕτω δεινὰ καὶ σχέτλιʼ ἡγουμένων τοὺς ταλαιπώρους πάσχειν Φωκέας ὥστε μήτε τοὺς ἐκ τῆς βουλῆς θεωροὺς μήτε τοὺς θεσμοθέτας εἰς τὰ Πύθια πέμψαι, ἀλλʼ ἀποστῆναι τῆς πατρίου θεωρίας, οὗτος εἰς τἀπινίκια τῶν πραγμάτων καὶ τοῦ πολέμου, ἃ Θηβαῖοι καὶ Φίλιππος ἔθυον, εἱστιᾶτʼ ἐλθὼν καὶ σπονδῶν μετεῖχε καὶ εὐχῶν, ἃς ἐπὶ τοῖς τῶν συμμάχων τῶν ὑμετέρων τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν ηὔχετʼ ἐκεῖνος, καὶ συνεστεφανοῦτο καὶ συνεπαιώνιζεν Φιλίππῳ καὶ φιλοτησίας προὔπινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme