Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
333 ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων (τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι), οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλʼ ἄχρι τούτου πάντʼ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν; τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρʼ εἰληφέναι, τοῦ μετὰ ταῦτʼ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθʼ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντʼ ἐλπίδας, ὡς ὅσα βουλόμεθʼ ἡμεῖς Φίλιππος πράξει, πάντʼ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθʼ, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτʼ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν.
334 ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δʼ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς Ἅλον, τίς δὲ Φωκέας ἀπολώλεκε; τίς δὲ Δορίσκον; τίς δὲ Κερσοβλέπτην; τίς δʼ Ἱερὸν ὄρος; τίς δὲ Πύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ; τίς δὲ Κορώνειαν, τίς δʼ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme