Thesauros Literature Oratory ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου Demosthenes
68 καὶ μὴν οὐδὲ τοῦτό γʼ οὐδεὶς ἂν εἰπεῖν τολμήσαι, ὡς τῷ μὲν ἐν Πέλλῃ τραφέντι, χωρίῳ ἀδόξῳ τότε γʼ ὄντι καὶ μικρῷ, τοσαύτην μεγαλοψυχίαν προσῆκεν ἐγγενέσθαι ὥστε τῆς τῶν Ἑλλήνων ἀρχῆς ἐπιθυμῆσαι καὶ τοῦτʼ εἰς τὸν νοῦν ἐμβαλέσθαι, ὑμῖν δʼ οὖσιν Ἀθηναίοις καὶ κατὰ τὴν ἡμέραν ἑκάστην ἐν πᾶσι καὶ λόγοις καὶ θεωρήμασι τῆς τῶν προγόνων ἀρετῆς ὑπομνήμαθʼ ὁρῶσι τοσαύτην κακίαν ὑπάρξαι, ὥστε τῆς ἐλευθερίας αὐτεπαγγέλτους ἐθελοντὰς παραχωρῆσαι Φιλίππῳ.
69 οὐδʼ ἂν εἷς ταῦτα φήσειεν. λοιπὸν τοίνυν ἦν καὶ ἀναγκαῖον ἅμα πᾶσιν οἷς ἐκεῖνος ἔπραττʼ ἀδικῶν ὑμᾶς ἐναντιοῦσθαι δικαίως. τοῦτʼ ἐποιεῖτε μὲν ὑμεῖς ἐξ ἀρχῆς εἰκότως καὶ προσηκόντως, ἔγραφον δὲ καὶ συνεβούλευον καὶ ἐγὼ καθʼ οὓς ἐπολιτευόμην χρόνους. ὁμολογῶ. ἀλλὰ τί ἐχρῆν με ποιεῖν; ἤδη γάρ σʼ ἐρωτῶ πάντα τἄλλʼ ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτείδαιαν, Ἁλόννησον· οὐδενὸς τούτων μέμνημαι·
70 Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν καὶ ὅσʼ ἄλλʼ ἡ πόλις ἠδικεῖτο, οὐδʼ εἰ γέγονεν οἶδα. καίτοι σύ γʼ ἔφησθά με ταῦτα λέγοντʼ εἰς ἔχθραν ἐμβαλεῖν τουτουσί, Εὐβούλου καὶ Ἀριστοφῶντος καὶ Διοπείθους τῶν περὶ τούτων ψηφισμάτων ὄντων, οὐκ ἐμῶν, ὦ λέγων εὐχερῶς ὅ τι ἂν βουληθῇς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme