Thesauros Literature Oratory περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν Demosthenes
8 τοῖς δὲ θρασυνομένοις καὶ σφόδρʼ ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω, ὅτι οὐκ ἔστιν χαλεπὸν οὔθʼ ὅταν βουλεύεσθαι δέῃ, δόξαν ἀνδρείας λαβεῖν, οὔθʼ ὅταν κίνδυνός τις ἐγγὺς ᾖ, δεινὸν εἰπεῖν φανῆναι, ἀλλʼ ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον, ἐπὶ μὲν τῶν κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν δὲ τῷ συμβουλεύειν φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν.
9 ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.
10 τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι·
11 ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme