Thesauros Literature Oratory περὶ συντάξεως

περὶ συντάξεως

περὶ συντάξεως Demosthenes
36 ἔστι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων· οὐδέποθʼ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλʼ ὑμεῖς τούτους, ὁπότερʼ ἂν βούλησθε· οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλʼ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται. ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθʼ ἕξει καλῶς· ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme