Thesauros Literature Oratory κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄ Demosthenes
7 τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι; οὐ γὰρ ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ πάντας θεοὺς προαιροῦμαι. ἵνʼ ὑμῶν ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο γνῷ καὶ εἰδῇ, ὅτι ἡ καθʼ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω καὶ ταῖς πόλεσιν οὐκ ἐφʼ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλʼ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ.
8 ὁρᾶτε Σέρριον καὶ Δορίσκον· ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην, ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμʼ ἐστὶν ἴσως. ταῦτα μέντοι τότʼ ἐαθέντα καὶ παροφθέντʼ ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην, σύμμαχον ὄνθʼ ὑμῶν. πάλιν ταῦτʼ ἀμελούμενʼ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα παρʼ ὑμῶν κατέσκαπτε Πορθμόν, καὶ τυραννίδʼ ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ.
9 ταύτης ὀλιγωρουμένης, Μέγαρʼ ἑάλω παρὰ μικρόν. οὐδὲν ἐφροντίσατʼ οὐδʼ ἐπεστράφητʼ οὐδὲν τούτων, οὐδʼ ἐνεδείξασθε τοῦθʼ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ· Ἀντρῶνας ἐπρίατο καὶ μετʼ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματʼ εἰλήφει.
10 πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν ἐπʼ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία· οὐ γὰρ ἵνʼ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλʼ ἵνα τοῦθʼ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δʼ ὑφʼ αὑτῷ ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme