Thesauros Literature Oratory περὶ τῶν ἐν Χερρονήσῳ

περὶ τῶν ἐν Χερρονήσῳ

περὶ τῶν ἐν Χερρονήσῳ Demosthenes
75 οὐ καθέλξετε τὰς ναῦς; οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος, ἐποιήσατε δʼ ὑμεῖς· ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη. εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ, τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστα ἐπιστήμῃ λέγειν παρὰ τοῦ παριόντος.
76 ἐν κεφαλαίῳ δʼ ἃ λέγω φράσας καταβῆναι βούλομαι. χρήματʼ εἰσφέρειν φημὶ δεῖν· τὴν ὑπάρχουσαν δύναμιν συνέχειν, ἐπανορθοῦντας εἴ τι δοκεῖ μὴ καλῶς ἔχειν, μὴ ὅσοις ἄν τις αἰτιάσηται τὸ ὅλον καταλύοντας· πρέσβεις ἐκπέμπειν πανταχοῖ τοὺς διδάξοντας, νουθετήσοντας, πράξοντας· παρὰ πάντα ταῦτα τοὺς ἐπὶ τοῖς πράγμασι δωροδοκοῦντας κολάζειν καὶ μισεῖν πανταχοῦ, ἵνʼ οἱ μέτριοι καὶ δικαίους αὑτοὺς παρέχοντες εὖ βεβουλεῦσθαι δοκῶσι καὶ τοῖς ἄλλοις καὶ ἑαυτοῖς.
77 ἂν οὕτω τοῖς πράγμασι χρῆσθε καὶ παύσησθʼ ὀλιγωροῦντες ἁπάντων, ἴσως ἄν, ἴσως καὶ νῦν ἔτι βελτίω γένοιτο. εἰ μέντοι καθεδεῖσθε, ἄχρι τοῦ θορυβῆσαι καὶ ἐπαινέσαι σπουδάζοντες, ἐὰν δὲ δέῃ τι ποιεῖν ἀναδυόμενοι, οὐχ ὁρῶ λόγον ὅστις ἄνευ τοῦ ποιεῖν ὑμᾶς ἃ προσήκει δυνήσεται τὴν πόλιν σῶσαι.
← Previous 20 / 20

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme