Thesauros Literature Oratory κατὰ Φιλίππου β΄

κατὰ Φιλίππου β΄

κατὰ Φιλίππου β΄ Demosthenes
35 ἕως οὖν ἔτι μέλλει καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων, ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθʼ ὅμως ἐπαναμνῆσαι βούλομαι, τίς ὁ Φωκέας πείσας καὶ Πύλας προέσθαι, ὧν καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχʼ ὑμῖν μὴ περὶ τῶν δικαίων μηδʼ ὑπὲρ τῶν ἔξω πραγμάτων εἶναι τὴν βουλήν, ἀλλʼ ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον, ἐπειδὰν παρῇ, γέγονεν δʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
36 εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ ἢ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν.
37 ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, ὦ πάντες θεοί· οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme