Thesauros Literature Oratory Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄ Demosthenes
20 ὁρᾶτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦθʼ οὕτως, ὅπως καὶ τὰ πράγματʼ ἐνδέχεται καὶ δυνήσεσθʼ ἐξιέναι καὶ μισθὸν ἕξετε. οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτʼ ὀνείδη φέρειν, οὐδʼ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δʼ ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι διʼ ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.
21 καὶ ταῦτʼ οὐχ ἵνʼ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδʼ ἀτυχής εἰμʼ ἐγὼ ὥστʼ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα.
22 ἐξ οὗ δʼ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορες τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι; προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δʼ ὑμέτερʼ αἰσχρῶς.
23 καίτοι σκέψασθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαιʼ εἰπεῖν ἔχοι τῶν τʼ ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλʼ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme