Thesauros Literature Oratory Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄ Demosthenes
4 ἀναγκαῖον δʼ ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. μέμνησθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν. τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντʼ ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθʼ ἑξήκοντʼ εἰσφέρειν.
5 καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις μετὰ τὰ μυστήρια δέκα ναῦς ἀπεστείλατʼ ἔχοντα κενὰς Χαρίδημον καὶ πέντε τάλαντʼ ἀργυρίου. ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν ἢ τεθνεώς (ἦλθε γὰρ ἀμφότερα), οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες ἀφεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ἀπόστολον. ἦν δʼ οὗτος ὁ καιρὸς αὐτός· εἰ γὰρ τότʼ ἐκεῖσʼ ἐβοηθήσαμεν, ὥσπερ ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος σωθείς.
6 τὰ μὲν δὴ τότε πραχθέντʼ οὐκ ἂν ἄλλως ἔχοι· νῦν δʼ ἑτέρου πολέμου καιρὸς ἥκει τις, διʼ ὃν καὶ περὶ τούτων ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε. τί δὴ χρησόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ; εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει κατὰ τὸ δυνατόν, θεάσασθʼ ὃν τρόπον ὑμεῖς ἐστρατηγηκότες πάντʼ ἔσεσθʼ ὑπὲρ Φιλίππου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme