Thesauros Literature Oratory Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄

Ὀλυνθιακὸς γ΄ Demosthenes
33 ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι, ἴσως ἄν, ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ· καὶ ταῦθʼ ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα.
34 οὐκοῦν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιθʼ ἡ πόλις, τοῦθʼ ὑπάρχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων, τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον οἷον καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ὑμῶν· ὅσʼ οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτʼ ἐν ἴσῃ τάξει λαμβάνων πάντʼ ἐφορῶν καὶ διοικῶν ἃ χρὴ πράττεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme