Thesauros Literature Oratory Ἐπιστολαὶ ζʹ Τιμοθέῳ

Ἐπιστολαὶ ζʹ Τιμοθέῳ

Ἐπιστολαὶ ζʹ Τιμοθέῳ Isocrates
4 ὧν ἔνιοι καταφρονήσαντες οὐδὲν ἄλλο σκοποῦσι, πλὴν ὅπως αὐτοί θ’ ὡς μετὰ πλείστης ἀσελγείας τὸν βίον διάξουσι, τῶν τε πολιτῶν τοὺς βελτίστους καὶ πλουσιωτάτους καὶ φρονιμωτάτους λυμανοῦνται καὶ δασμολογήσουσι, κακῶς εἰδότες ὅτι προσήκει τοὺς εὖ φρονοῦντας καὶ τὴν τιμὴν ταύτην ἔχοντας μὴ τοῖς τῶν ἄλλων κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν, ἀλλὰ ταῖς αὑτῶν ἐπιμελείαις τοὺς πολίτας εὐδαιμονεστέρους ποιεῖν,
5 μηδὲ πικρῶς μὲν καὶ χαλεπῶς διακεῖσθαι πρὸς ἅπαντας, ἀμελεῖν δὲ τῆς αὑτῶν σωτηρίας, ἀλλ’ οὕτω μὲν πράως καὶ νομίμως ἐπιστατεῖν τῶν πραγμάτων ὥστε μηδένα τολμᾶν αὐτοῖς ἐπιβουλεύειν, μετὰ τοσαύτης δ’ ἀκριβείας τὴν τοῦ σώματος ποιεῖσθαι φυλακὴν ὡς ἁπάντων αὐτοὺς ἀνελεῖν βουλομένων. ταύτην γὰρ τὴν διάνοιαν ἔχοντες αὐτοί τ’ ἂν ἔξω τῶν κινδύνων εἶεν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῖεν· ὧν ἀγαθὰ μείζω χαλεπὸν εὑρεῖν ἐστίν.
6 ἐνεθυμήθην δὲ μεταξὺ γράφων, ὡς εὐτυχῶς ἅπαντά σοι συμβέβηκεν. τὴν μὲν γὰρ εὐπορίαν ἣν ἀναγκαῖον ἦν κτήσασθαι μετὰ βίας καὶ τυραννικῶς καὶ μετὰ πολλῆς ἀπεχθείας ὁ πατήρ σοι καταλέλοιπε, τὸ δὲ χρῆσθαι τούτοις καλῶς καὶ φιλανθρώπως ἐπὶ σοὶ γέγονεν· ὧν χρή σε πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme