Thesauros Literature Oratory Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν

Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν

Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν Isocrates
1 ἀπήγγειλέ τίς μοι τῶν πρεσβευσάντων ὡς ὑμᾶς ὅτι καλέσαντες αὐτὸν ἄνευ τῶν ἄλλων ἐρωτήσαιτ’ εἰ πεισθείην ἂν ἀποδημῆσαι καὶ διατρῖψαι παρ’ ὑμῖν. ἐγὼ δ’ ἕνεκα μὲν τῆς Ἰάσονος καὶ Πολυαλκοῦς ξενίας ἡδέως ἂν ἀφικοίμην ὡς ὑμᾶς· οἶμαι γὰρ ἂν τὴν ὁμιλίαν τὴν γενομένην ἅπασιν ἡμῖν συνενεγκεῖν· ἀλλὰ γὰρ ἐμποδίζει με πολλά,
2 μάλιστα μὲν τὸ μὴ δύνασθαι πλανᾶσθαι καὶ τὸ μὴ πρέπειν ἐπιξενοῦσθαι τοῖς τηλικούτοις, ἔπειθ’ ὅτι πάντες οἱ πυθόμενοι τὴν ἀποδημίαν δικαίως ἄν μου καταφρονήσειαν, εἰ προῃρημένος τὸν ἄλλον χρόνον ἡσυχίαν ἄγειν ἐπὶ γήρως ἀποδημεῖν ἐπιχειροίην, ὅτ’ εἰκὸς ἦν, εἰ καὶ πρότερον ἄλλοθί που διέτριβον, νῦν οἴκαδε σπεύδειν, οὕτως ὑπογυίου μοι τῆς τελευτῆς οὔσης.
3 πρὸς δὲ τούτοις φοβοῦμαι καὶ τὴν πόλιν· χρὴ γὰρ τἀληθῆ λέγειν. ὁρῶ γὰρ τὰς συμμαχίας τὰς πρὸς αὐτὴν γιγνομένας ταχέως διαλυομένας. εἰ δή τι συμβαίη καὶ πρὸς ὑμᾶς τοιοῦτον, εἰ καὶ τὰς αἰτίας καὶ τοὺς κινδύνους διαφυγεῖν δυνηθείην, ὃ χαλεπόν ἐστιν, ἀλλ’ οὖν αἰσχυνθείην ἄν, εἴτε διὰ τὴν πόλιν δόξαιμί τισιν ὑμῶν ἀμελεῖν, εἴτε δι’ ὑμᾶς τῆς πόλεως ὀλιγωρεῖν. μὴ κοινοῦ δὲ τοῦ συμφέροντος ὄντος οὐκ οἶδ’ ὅπως ἂν ἀμφοτέροις ἀρέσκειν δυνηθείην. αἱ μὲν οὖν αἰτίαι, δι’ ἃς οὐκ ἔξεστί μοι ποιεῖν ἃ βούλομαι, τοιαῦται συμβεβήκασιν.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme