Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
257 ἐξεῖναι γὰρ εἰπεῖν αὐτοῖς ὅτι σφεῖς μὲν ὄντες οὕτως ὀλίγοι τὸν ἀριθμὸν οὐδεμιᾷ πώποτε τῶν μυριάνδρων πόλεων ἠκολούθησαν οὐδʼ ἐποίησαν τὸ προσταττόμενον, ἀλλʼ αὐτόνομοι διετέλεσαν ὄντες, αὐτοὶ δʼ ἐν τῶ πολέμῳ τῷ πρὸς τοὺς βαρβάρους πάντων τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, καὶ τῆς τιμῆς ταύτης ἔτυχον οὐκ ἀλόγως, ἀλλὰ διὰ τὸ μάχας ποιησάμενοι πλείστας ἀνθρώπων κατʼ ἐκεῖνον τὸν χρόνον μηδεμίαν ἡττηθῆναι τούτων ἡγουμένου βασιλέως,
258 ἀλλὰ νενικηκέναι πάσας, οὗ τεκμήριον οὐδεὶς ἂν δύναιτο μεῖζον εἰπεῖν ἀνδρίας καὶ καρτερίας καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας, πλὴν ἢ τὸ ῥηθήσεσθαι μέλλον· τοσούτων γὰρ τὸ πλῆθος τῶν πόλεων τῶν Ἑλληνίδων οὐσῶν, τῶν μὲν ἄλλων οὐδεμίαν οὐδένʼ οὐδεμίαν οὐδένʼ Benseler· οὐδεμίαν MSS. εἰπεῖν οὐδʼ εὑρεῖν, ἥτις οὐ περιπέπτωκε ταῖς συμφοραῖς ταῖς εἰθισμέναις γίγνεσθαι ταῖς πόλεσιν,
259 ἐν δὲ τῇ Σπαρτιατῶν οὐδεὶς ἂν ἐπιδείξειεν οὔτε στάσιν οὔτε σφαγὰς οὔτε φυγὰς ἀνόμους γεγενημένας, οὐδʼ ἁρπαγὰς χρημάτων οὐδʼ αἰσχύνας γυναικῶν καὶ παίδων, ἀλλʼ οὐδὲ πολιτείας μεταβολὴν οὐδὲ χρεῶν ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν οὐδʼ ἄλλʼ οὐδὲν τῶν ἀνηκέστων κακῶν. περὶ ὧν διεξιόντας οὐκ ἔστιν ὅπως οὐ καὶ σοῦ, τοῦ τʼ ἀθροίσαντος καὶ διαλεχθέντος οὕτω καλῶς περὶ αὐτῶν, μεμνήσεσθαι καὶ πολλὴν χάριν ἕξειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme