248
ἐγὼ δʼ ὁμολογῶ μὲν ἀπολελεῖφθαι τὴν ἐμὴν φρόνησιν τῆς σῆς ὡς δυνατὸν πλεῖστον, οὐ μὴν ἀλλʼ ὥσπερ τοῦτʼ οἶδα, κἀκεῖνο τυγχάνω γιγνώσκων, ὅτι τῆς πόλεως τῆς ὑμετέρας βουλευομένης περὶ τῶν μεγίστων οἱ μὲν ἄριστα φρονεῖν δοκοῦντες ἐνίοτε διαμαρτάνουσι τοῦ συμφέροντος, τῶν δὲ φαύλων νομιζομένων εἶναι καὶ καταφρονουμένων ἔστιν ὅτε κατώρθωσεν ὁ τυχὼν καὶ βέλτιστα λέγειν ἔδοξεν·
249
ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ περὶ τοῦ νῦν ἐνεστῶτος τοιοῦτόν τι συμβέβηκεν, ὅπου σὺ μὲν οἴει μάλιστʼ εὐδοκιμήσειν, ἢν ὡς πλεῖστον χρόνον διαλάθῃς ἣν ἔχων γνώμην τὰ περὶ τὸν λόγον ἐπραγματεύθης, ἐγὼ δʼ ἡγοῦμαι βέλτιστά σε πράξειν, ἢν δυνηθῇς τὴν διάνοιαν, ᾗ χρώμενος αὐτὸν συνέθηκας, ὡς τάχιστα φανερὰν ποιῆσαι τοῖς τʼ ἄλλοις ἅπασι καὶ Λακεδαιμονίοις, περὶ ὧν πεποίησαι πολλοὺς λόγους, τοὺς μὲν δικαίους καὶ σεμνούς, τοὺς δʼ ἀσελγεῖς καὶ λίαν φιλαπεχθήμονας.
250
οὓς εἴ τις ἐπέδειξεν αὐτοῖς πρὶν ἐμὲ διαλεχθῆναι περὶ αὐτῶν, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἐμίσησαν καὶ δυσκόλως πρὸς σὲ διετέθησαν ὡς κατηγορίαν γεγραφότα καθʼ αὑτῶν. νῦν δʼ οἴομαι τοὺς μὲν πλείστους Σπαρτιατῶν ἐμμενεῖν τοῖς ἤθεσιν οἷσπερ καὶ τὸν ἄλλον χρόνον, τοῖς δὲ λόγοις τοῖς ἐνθάδε γραφομένοις οὐδὲν μᾶλλον προσέξειν τὸν νοῦν ἢ τοῖς ἔξω τῶν Ἡρακλέους στηλῶν λεγομένοις,