214
οἱ μὲν γὰρ ἄλλοι τοὺς κακουργοῦνταςκακουργοῦντας vulg.: κατηγοροῦντας Γ. καὶ κλέπτοντας πονηροτέρους πονηροτέρους vulg.:πονηροτάτους Γ. τῶν οἰκετῶν νομίζουσιν, ἐκεῖνοι δὲ τοὺς ἐν τοῖς τοιούτοις τῶν ἔργων πρωτεύοντας βελτίστους εἶναι τῶν παίδων ὑπολαμβάνουσι καὶ μάλιστα τιμῶσιν. καίτοι τίς ἂν τῶν εὖ φρονούντων οὐκ ἂν τρὶς ἀποθανεῖν ἕλοιτο μᾶλλον, ἢ διὰ τοιούτων ἐπιτηδευμάτων γνωσθῆναι τὴν ἄσκησιν τῆς ἀρετῆς ποιούμενος;”
215
ταῦτʼ ἀκούσας θρασέως μὲν οὐδὲ πρὸς ἓν ἀντεῖπε τῶν εἰρημένων, οὐδʼ αὖ παντάπασιν ἀπεσιώπησεν, ἀλλʼ ἔλεγεν ὅτι “οὐ μὲν πεποίησαι τοὺς λόγουσ” ἐμὲ λέγων “ὡς ἅπαντʼ ἀποδεχομένου μου τἀκεῖ καὶ καλῶς ἔχειν νομίζοντος· ἐμοὶ δὲ δοκεῖς περὶ μὲν τῆς τῶν παίδων αὐτονομίας καὶ περὶ ἄλλων πολλῶν εἰκότως ἐπιτιμᾶν ἐκείνοις,
216
ἐμοῦ δʼ οὐ δικαίως κατηγορεῖν. ἐγὼ γὰρ ἐλυπήθην μὲν τὸν λόγον ἀναγιγνώσκων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις, οὐ μὴν οὕτως ὡς ἐπὶ τῷ μηδὲν ἀντειπεῖν ὑπὲρ αὐτῶν δύνασθαι τοῖς γεγραμμένοις, εἰθισμένος τὸν ἄλλον χρόνον ἐπαινεῖν. εἰς τοιαύτην δʼ ἀπορίαν καταστὰς εἶπον ὅπερ ἦν λοιπόν, ὡς εἰ καὶ μηδὲν διʼ ἄλλο, διά γʼ ἐκεῖνο δικαίως ἂν αὐτοῖς ἅπαντες χάριν ἔχοιμεν, ὅτι τοῖς καλλίστοις τῶν ἐπιτηδευμάτων χρώμενοι τυγχάνουσιν.
217
ταῦτα δʼ εἶπον οὐ πρὸς τὴν εὐσέβειαν οὐδὲ πρὸς τὴν δικαιοσύνην οὐδὲ πρὸς τὴν φρόνησιν ἀποβλέψας, ἃ σὺ διῆθες, ἀλλὰ πρὸς τὰ γυμνάσια τἀκεῖ καθεστηκότα καὶ πρὸς τὴν ἄσκησιν τῆς ἀνδρίας καὶ τὴν ὁμόνοιαν καὶ συνόλως τὴν περὶ τὸν πόλεμον ἐπιμέλειαν, ἅπερ ἅπαντες ἂν ἐπαινοῖεν, καὶ μάλιστʼ ἂν αὐτοῖς ἐκείνους χρῆσθαι φήσειαν.”