Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
103 Λακεδαιμόνιοι δʼ οὔτε πάσχοντες κακὸν οὐδὲν οὔτε μέλλοντες οὔτε δεδιότες εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστʼ οὐκ ἐξήρκεσεν αὐτοῖς ἔχειν τὴν κατὰ γῆν ἀρχήν, ἀλλὰ καὶ τὴν κατὰ θάλατταν δύναμιν οὕτως ἐπεθύμησαν λαβεῖν, ὥστε κατὰ τοὺς αὐτοὺς χρόνους τούς τε συμμάχους τοὺς ἡμετέρους ἀφίστασαν, ἐλευθερώσειν αὐτοὺς ὑπισχνούμενοι, καὶ βασιλεῖ περὶ φιλίας διελέγοντο καὶ συμμαχίας, παραδώσειν αὐτῷ φάσκοντες ἅπαντας τοὺς ἐπὶ τῆς Ἀσίας κατοικοῦντας,
104 πίστεις δὲ δόντες τούτοις ἀμφοτέροις καὶ καταπολεμήσαντες ἡμᾶς, οὓς μὲν ἐλευθερώσειν ὤμοσαν, κατεδουλώσαντο μᾶλλον ἢ τοὺς Εἵλωτας, βασιλεῖ δὲ τοιαύτην χάριν ἀπέδοσαν ὥστʼ ἔπεισαν τὸν ἀδελφὸν αὐτοῦ Κῦρον ὄντα νεώτερον ἀμφισβητεῖν τῆς βασιλείας, καὶ στρατόπεδον αὐτῷ συναγαγόντες καὶ στρατηγὸν Κλέαρχον ἐπιστήσαντες ἀνέπεμψαν ἐπʼ ἐκεῖνον·
105 ἀτυχήσαντες δʼ ἐν τούτοις καὶ γνωσθέντες ὧν ἐπεθύμουν, καὶ μισηθέντες ὑπὸ πάντων, εἰς πόλεμον καὶ ταραχὰς τοσαύτας κατέστησαν ὅσας εἰκὸς τοὺς καὶ περὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους ἐξημαρτηκότας. περὶ ὧν οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα διατρίβειν, πλὴν ὅτι καταναυμαχηθέντες ὑπό τε τῆς βασιλέως δυνάμεως καὶ τῆς Κόνωνος στρατηγίας τοιαύτην ἐποιήσαντο τὴν εἰρήνην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme