Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
92 ἄτοπος ἂν εἴην, εἰ ταῦτʼ εἰρηκὼς ἐκείνων μὴ μνησθείην· ὧν ἐν τῇ χώρᾳ στρατοπεδευσάμενοι μεθʼ ἡμῶν καὶ τῶν ἄλλων συμμάχων, καὶ παραταξάμενοι τοῖς πολεμίοις, καὶ θυσάμενοι τοῖς θεοῖς τοῖς ὑπʼ ἐκείνων ἱδρυμένοις,
93 οὐ μόνον ἠλευθερώσαμεν τῶν Ἑλλήνων τοὺς μεθʼ ἡμῶν ὄντας ἀλλὰ καὶ τοὺς ἀναγκασθέντας γενέσθαι μετʼ ἐκείνων, καὶ ταῦτʼ ἐπράξαμεν Πλαταιέας λαβόντες μόνους Βοιωτῶν συναγωνιστάς· οὓς οὐ πολὺν χρόνον διαλιπόντες Λακεδαιμόνιοι, χαριζόμενοι Θηβαίοις, ἐκπολιορκήσαντες ἅπαντας ἀπέκτειναν πλὴν τῶν ἀποδρᾶναι δυνηθέντων.
93 περὶ οὓς ἡ πόλις ἡμῶν οὐδὲν ὁμοία γέγονεν ἐκείνοις·
94 οἱ μὲν γὰρ περὶ τε τοὺς εὐεργέτας τῆς Ἑλλάδος καὶ τοὺς συγγενεῖς τοὺς αὑτῶν τὰ τοιαῦτʼ ἐξαμαρτάνειν ἐτόλμησαν, οἱ δʼ ἡμέτεροι Μεσσηνίων μὲν τοὺς διασωθέντας εἰς Ναύπακτον κατῴκισαν, Πλαταιέων δὲ τοὺς περιγενομένους πολίτας ἐποιήσαντο καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἁπάντων μετέδοσαν. ὥστʼ εἰ μηδὲν εἴχομεν ἄλλο περὶ τοῖν πολέοιν εἰπεῖν, ἐκ τούτων ῥᾴδιον εἶναι καταμαθεῖν τὸν τρόπον ἑκατέρας αὐτῶν, καὶ ποτέρα πλείους πόλεις καὶ μείζους ἀναστάτους πεποίηκεν.
95 αἰσθάνομαι δὲ πάθος μοι συμβαῖνον ἐναντίον τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· τότε μὲν γὰρ εἰς ἄγνοιαν καὶ πλάνον καὶ λήθην ἐνέπεσον, νῦν δʼ οἶδα σαφῶς ἐμαυτὸν οὐκ ἐμμένοντα τῇ πραότητι τῇ περὶ τὸν λόγον, ἣν εἶχον ὅτʼ ἠρχόμην γράφειν αὐτόν, ἀλλὰ λέγειν τʼ ἐπιχειροῦντα περὶ ὧν οὐκ ᾤμην ἐρεῖν, θρασύτερόν τε διακείμενον ἢ κατʼ ἐμαυτόν, ἀκρατῆ τε γιγνόμενον ἐνίων ὧν λέγω διὰ τὸ πλῆθος τῶν εἰπεῖν ἐπιρρεόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme