Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
5 διαλέξομαι δὲ περί τε τῶν τῇ πόλει πεπραγμένων καὶ περὶ τῆς τῶν προγόνων ἀρετῆς, οὐκ ἀπὸ τούτων ἀρξάμενος, ἀλλʼ ἀπὸ τῶν ἐμοὶ συμβεβηκότων· ἐντεῦθεν γὰρ οἶμαι μᾶλλον κατεπείγειν. πειρώμενος γὰρ ἀναμαρτήτως ζῆν καὶ τοῖς ἄλλοις ἀλύπως, οὐδένα διαλέλοιπα χρόνον ὑπὸ μὲν τῶν σοφιστῶν τῶν ἀδοκίμων καὶ πονηρῶν διαβαλλόμενος, ὑπʼ ἄλλων δέ τινων οὐχ οἷός εἰμι γιγνωσκόμενος, ἀλλὰ τοιοῦτος ὑπολαμβανόμενος οἷον ἂν παρʼ ἑτέρων ἀκούσωσιν.
6 βούλομαι οὖν προδιαλεχθῆναι περί τʼ ἐμαυτοῦ καὶ περὶ τῶν οὕτω πρός με διακειμένων, ἵνʼ ἤν πως οἷός τε γένωμαι, τοὺς μὲν παύσω βλασφημοῦντας, τοὺς δʼ εἰδέναι ποιήσω περὶ ἃ τυγχάνω διατρίβων· ἢν γὰρ ταῦτα τῷ λόγῳ δυνηθῶ διοικῆσαι κατὰ τρόπον, ἐλπίζω τὸν ἐπίλοιπον χρόνον αὐτός τε ἀλύπως διάξειν, καὶ τῷ λόγῳ τῷ μέλλοντι ῥηθήσεσθαι τοὺς παρόντας μᾶλλον προσέξειν τὸν νοῦν.
7 οὐκ ὀκνήσω δὲ κατειπεῖν οὔτε τὴν νῦν ἐγγιγνομένην ἐν τῇ διανοίᾳ μοι ταραχήν, οὔτε τὴν ἀτοπίαν ὧν ἐν τῷ παρόντι τυγχάνω γιγνώσκων, οὔτʼ εἴ τι πράττω τῶν δεόντων. ἐγὼ γὰρ μετεσχηκὼς τῶν μεγίστων ἀγαθῶν, ὧν ἅπαντες ἂν εὔξαιντο μεταλαβεῖν, πρῶτον μὲν τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑγιείας οὐχ ὡς ἔτυχον, ἀλλʼ ἐναμίλλως τοῖς μάλιστα περὶ ἑκάτερον τούτων εὐτυχηκόσιν, ἔπειτα τῆς περὶ τὸν βίον εὐπορίας, ὥστε μηδενὸς πώποτʼ ἀπορῆσαι τῶν μετρίων μηδʼ ὧν ἄνθρωπος ἂν νοῦν ἔχων ἐπιθυμήσειεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme