Thesauros Literature Oratory Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
49 χρόνῳ δʼ ὕστερον γενομένου τοῦ Περσικοῦ πολέμου, καὶ Ξέρξου τοῦ τότε βασιλεύοντος τριήρεις μὲν συναγαγόντος τριακοσίας καὶ χιλίας, τῆς δὲ πεζῆς στρατιᾶς πεντακοσίας μὲν μυριάδας τῶν ἁπάντων, ἑβδομήκοντα δὲ τῶν μαχίμων, τηλικαύτῃ δὲ δυνάμει στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας,
50 Σπαρτιᾶται μὲν ἄρχοντες Πελοποννησίων εἰς τὴν ναυμαχίαν τὴν ποιήσασαν ῥοπὴν ἅπαντος τοῦ πολέμου δέκα μόνον συνεβάλοντο τριήρεις, οἱ δὲ πατέρες ἡμῶν ἀνάστατοι γενόμενοι καὶ τὴν πόλιν ἐκλελοιπότες διὰ τὸ μὴ τετειχίσθαι κατʼ ἐκεῖνον τὸν χρόνον πλείους ναῦς παρέσχοντο καὶ μείζω δύναμιν ἐχούσας ἢ σύμπαντες οἱ συγκινδυνεύσαντες· καὶ στρατηγὸν οἱ μὲν Εὐρυβιάδην,
51 ὃς εἰ τέλος ἐπέθηκεν οἷς διενοήθη πράττειν, οὐδὲν ἂν ἐκώλυεν ἀπολωλέναι τοὺς Ἕλληνας, οἱ δʼ ἡμέτεροι Θεμιστοκλέα τὸν ὁμολογουμένως ἅπασιν αἴτιον εἶναι δόξαντα καὶ τοῦ τὴν ναυμαχίαν γενέσθαι κατὰ τρόπον καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ κατορθωθέντων.
52 τεκμήριον δὲ μέγιστον· ἀφελόμενοι γὰρ Λακεδαιμονίους τὴν ἡγεμονίαν οἱ συγκινδυνεύσαντες τοῖς ἡμετέροις παρέδοσαν. καίτοι τίνας ἄν τις κριτὰς ἱκανωτέρους ποιήσαιτο καὶ πιστοτέρους τῶν τότε πραχθέντων ἢ τοὺς ἐν αὐτοῖς τοῖς ἀγῶσι παραγενομένους; τίνα δʼ ἄν τις εὐεργεσίαν εἰπεῖν ἔχοι ταύτης μείζω, τῆς ἅπασαν τὴν Ἑλλάδα σῶσαι δυνηθείσης;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme