Thesauros Literature Oratory Περὶ εἰρήνης

Περὶ εἰρήνης

Περὶ εἰρήνης Isocrates
112 ὥστʼ ἀναγκάζεσθαι πολεμεῖν μὲν ἅπασι τοῖς πολίταις, μισεῖν δʼ ὑφʼ ὧν οὐδὲν κακὸν πεπόνθασιν, ἀπιστεῖν δὲ τοῖς φίλοις καὶ τοῖς ἑταίροις τοῖς αὑτῶν, παρακατατίθεσθαι δὲ τὴν τῶν σωμάτων σωτηρίαν μισθοφόροις ἀνθρώποις, οὓς οὐδὲ πώποτʼ εἶδον, μηδὲν δʼ ἧττον φοβεῖσθαι τοὺς φυλάττοντας ἢ τοὺς ἐπιβουλεύοντας, οὕτω δʼ ὑπόπτως πρὸς ἅπαντας ἔχειν ὥστε μηδὲ τοῖς οἰκειοτάτοις θαρρεῖν πλησιάζοντας;
113 εἰκότως· συνίσασι γὰρ τοὺς πρὸ αὑτῶν τετυραννευκότας τοὺς μὲν ὑπὸ τῶν γονέων ἀνῃρημένους, τοὺς δʼ ὑπὸ τῶν παίδων, τοὺς δʼ ὑπʼ ἀδελφῶν, τοὺς δʼ ὑπὸ γυναικῶν, ἔτι δὲ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισμένον. ἀλλʼ ὅμως ὑπὸ τοσαύτας τὸ πλῆθος συμφορὰς ἑκόντες σφᾶς αὐτοὺς ὑποβάλλουσιν. ὅπου δʼ οἱ πρωτεύοντες καὶ δόξας μεγίστας ἔχοντες τοσούτων κακῶν ἐρῶσι, τί δεῖ θαυμάζειν τοὺς ἄλλους, εἰ τοιούτων ἑτέρων ἐπιθυμοῦσιν;
114 οὐκ ἀγνοῶ δʼ ὅτι τὸν μὲν περὶ τῶν τυράννων λόγον ἀποδέχεσθε, τὸν δὲ περὶ τῆς ἀρχῆς δυσκόλως ἀκούετε· πεπόνθατε γὰρ πάντων αἴσχιστον καὶ ῥᾳθυμότατον· ἃ γὰρ ἐπὶ τῶν ἄλλων ὁρᾶτε, ταῦτʼ ἐφʼ ὑμῶν αὐτῶν ἀγνοεῖτε. καίτοι τῶν φρονίμως διακειμένων οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme