Thesauros Literature Oratory Περὶ εἰρήνης

Περὶ εἰρήνης

Περὶ εἰρήνης Isocrates
104 καίτοι φανερῶς ἐπιδέδεικται ταύτην ἔχουσα τὴν δύναμιν· τοὺς γὰρ ἐν πλείσταις ἐξουσίαις γεγενημένους ἴδοι τις ἂν ταῖς μεγίσταις συμφοραῖς περιπεπτωκότας, ἀρξαμένους ἀφʼ ἡμῶν καὶ Λακεδαιμονίων. αὗται γὰρ αἱ πόλεις καὶ πολιτευόμεναι πρότερον σωφρονέστατα καὶ δόξαν ἔχουσαι καλλίστην, ἐπειδὴ ταύτης ἔτυχον καὶ τὴν ἀρχὴν ἔλαβον, οὐδὲν ἀλλήλων διήνεγκαν, ἀλλʼ ὥσπερ προσήκει τοὺς ὑπὸ τῶν αὐτῶν ἐπιθυμιῶν καὶ τῆς αὐτῆς νόσου διεφθαρμένους, καὶ ταῖς πράξεσι ταῖς αὐταῖς ἐπεχείρησαν καὶ τοῖς ἁμαρτήμασι παραπλησίοις ἐχρήσαντο καὶ τὸ τελευταῖον ὁμοίαις ταῖς συμφοραῖς περιέπεσον.
105 ἡμεῖς τε γὰρ μισηθέντες ὑπὸ τῶν συμμάχων καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύσαντες ὑπὸ Λακεδαιμονίων ἐσώθημεν, ἐκεῖνοί τε πάντων αὐτοὺς ἀπολέσαι βουληθέντων ἐφʼ ἡμᾶς καταφυγόντες διʼ ἡμῶν τῆς σωτηρίας ἔτυχον. καίτοι πῶς χρὴ τὴν ἀρχὴν ταύτην ἐπαινεῖν τὴν τὰς τελευτὰς οὕτω πονηρὰς ἔχουσαν; ἢ πῶς οὐ μισεῖν καὶ φεύγειν τὴν πολλὰ καὶ δεινὰ ποιεῖν ἀμφοτέρας τὰς πόλεις ἐπάρασαν καὶ παθεῖν ἀναγκάσασαν;
106 οὐκ ἄξιον δὲ θαυμάζειν, εἰ τὸν ἄλλον χρόνον ἐλάνθανεν ἅπαντας τοσούτων οὖσα κακῶν αἰτία τοῖς ἔχουσιν αὐτήν, οὐδʼ εἰ περιμάχητος ἦν ὑφʼ ἡμῶν καὶ Λακεδαιμονίων· εὑρήσετε γὰρ τοὺς πλείστους τῶν ἀνθρώπων περὶ τὰς αἱρέσεις τῶν πραγμάτων ἁμαρτάνοντας, καὶ πλείους μὲν ἐπιθυμίας ἔχοντας τῶν κακῶν ἢ τῶν ἀγαθῶν, ἄμεινον δὲ βουλευομένους ὑπὲρ τῶν ἐχθρῶν ἢ σφῶν αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme