Thesauros Literature Oratory Ἀρχίδαμος

Ἀρχίδαμος

Ἀρχίδαμος Isocrates
63 ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθʼ ὅσον ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας· πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων τοὺς ταῖς οὐσίαις προέχοντας καὶ ταῖς δόξαις πρωτεύοντας καὶ βελτίστων πραγμάτων ἐπιθυμοῦντας, εἰ καὶ μήπω συνεστήκασιν, ἀλλὰ ταῖς γʼ εὐνοίαις μεθʼ ἡμῶν ὄντας, ἐν οἷς περὶ τῶν μελλόντων εἰκότως ἂν μεγάλας ἐλπίδας ἔχοιμεν.
64 οἶμαι δὲ καὶ τὸν ἄλλον ὄχλον τὸν ἐν Πελοποννήσῳ καὶ τὸν δῆμον, ὃν οἰόμεθα μάλιστα πολεμεῖν ἡμῖν, ποθεῖν ἤδη τὴν ἡμετέραν ἐπιμέλειαν. οὐδὲν γὰρ αὐτοῖς ἀποστᾶσι γέγονεν ὧν προσεδόκησαν, ἀλλʼ ἀντὶ μὲν τῆς ἐλευθερίας τοὐναντίον ἀποβέβηκεν (ἀπολέσαντες γὰρ αὑτῶν τοὺς βελτίστους ἐπὶ τοῖς χειρίστοις τῶν πολιτῶν γεγόνασιν), ἀντὶ δὲ τῆς αὐτονομίας εἰς πολλὰς καὶ δεινὰς ἀνομίας ἐμπεπτώκασιν,
65 εἰθισμένοι δὲ τὸν ἄλλον χρόνον μεθʼ ἡμῶν ἐφʼ ἑτέρους ἰέναι, νῦν τοὺς ἄλλους ὁρῶσιν ἐφʼ αὑτοὺς στρατευομένους, καὶ τὰς στάσεις, ἃς ἐπυνθάνοντο πρότερον παρʼ ἑτέροις οὔσας, νῦν παρʼ αὑτοῖς ὀλίγου δεῖν καθʼ ἑκάστην τὴν ἡμέραν γιγνομένας, οὕτω δʼ ὡμαλισμένοι ταῖς συμφοραῖς εἰσιν, ὥστε μηδένα διαγνῶναι δύνασθαι τοὺς κάκιστα πράττοντας αὐτῶν· οὐδεμία γάρ ἐστι τῶν πόλεων ἀκέραιος,
66 οὐδʼ ἥ τις οὐχ ὁμόρους ἔχει τοὺς κακῶς ποιήσοντας, ὥστε τετμῆσθαι μὲν τὰς χώρας, πεπορθῆσθαι δὲ τὰς πόλεις, ἀναστάτους δὲ γεγενῆσθαι τοὺς οἴκους τοὺς ἰδίους, ἀνεστράφθαι δὲ τὰς πολιτείας καὶ καταλελύσθαι τοὺς νόμους, μεθʼ ὧν οἰκοῦντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme