Thesauros Literature Oratory Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι Isocrates
24 τοὺς ἄριστα τῶν ἄλλωνἄλλων Blass: Ἑλλήνων MSS. πολιτευομένους, οἴκοι μὲν ὀλιγαρχουμένους, παρὰ δὲ τὸν πόλεμον βασιλευομένους. ἔχοι δʼ ἄν τις ἐπιδεῖξαι καὶ τὴν πόλιν,πόλιν Γ· πόλιν τῶν Ἀθηναίων vulg. τὴν μάλιστα τὰς τυραννίδας μισοῦσαν, ὅταν μὲν πολλοὺς ἐκπέμψῃ στρατηγούς, ἀτυχοῦσαν, ὅταν δὲ διʼ ἑνὸς ποιήσηται τοὺς κινδύνους, κατορθοῦσαν.
25 καίτοι πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ἢ διὰ τοιούτων παραδειγμάτων πλείστου τὰς μοναρχίας ἀξίας οὔσας; φαίνονται γὰρ οἵ τε διὰ τέλους τυραννευόμενοι μεγίστας δυνάμεις ἔχοντες, οἵ τε καλῶς ὀλιγαρχούμενοι, περὶ ἃ μάλιστα σπουδάζουσιν, οἱ μὲν ἕνα μόνον στρατηγὸν οἱ δὲ βασιλέα τῶν στρατοπέδων κύριον καθιστάντες, οἵ τε μισοῦντες τὰς τυραννίδας, ὁπόταν πολλοὺς ἄρχοντας ἐκπέμψωσιν,
26 οὐδὲν τῶν δεόντων πράττοντες. εἰ δὲ δεῖ τι καὶ τῶν ἀρχαίων εἰπεῖν, λέγεται καὶ τοὺς θεοὺς ὑπὸ Διὸς βασιλεύεσθαι. περὶ ὧν εἰ μὲν ἀληθὴς ὁ λόγος ἐστί, δῆλον ὅτι κἀκεῖνοι ταύτην τὴν κατάστασιν προκρίνουσιν, εἰ δὲ τὸ μὲν σαφὲς μηδεὶς οἶδεν, αὐτοὶ δʼ εἰκάζοντες οὕτω περὶ αὐτῶν ὑπειλήφαμεν, σημεῖον ὅτι πάντες τὴν μοναρχίαν προτιμῶμεν· οὐ γὰρ ἄν ποτʼ αὐτῇ χρῆσθαι τοὺς θεοὺς ἔφαμεν, εἰ μὴ πολὺ τῶν ἄλλων αὐτὴν προέχειν ἐνομίζομεν.
27 περὶ μὲν οὖν τῶν πολιτειῶν, ὅσον ἀλλήλων διαφέρουσιν, ἅπαντα μὲν οὔθʼ εὑρεῖν οὔτʼ εἰπεῖν δυνατόν ἐστιν· οὐ μὴν ἀλλὰ πρός γε τὸ παρὸν ἀποχρώντως καὶ νῦν εἴρηται περὶ αὐτῶν. ὡς δὲ προσηκόντως τὴν ἀρχὴν ἡμεῖς ἔχομεν, πολὺ τούτου συντομώτερος καὶ μᾶλλον ὁμολογούμενος ὁ λόγος ἐστίν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme