44
τούτων ἕνεκα καὶ ταῦτα διανοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς διʼ ἀνδραγαθίαν γιγνομέναις. χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις, τὴν δʼ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.
45
ἐγὼ τοίνυν ἐν πᾶσι τοῖς καιροῖς φανήσομαι πεῖραν τῆς ἐμαυτοῦ φύσεως δεδωκώς. ἐνδεὴς μέν γε χρημάτων καταλειφθεὶς οὕτω δίκαιον ἐμαυτὸν παρέσχον ὥστε μηδένα λυπῆσαι τῶν πολιτῶν· λαβὼν δʼ ἐξουσίαν ὥστε ποιεῖν ὅ τι ἂν βούλωμαι, σωφρονέστερος τῶν ἰδιωτῶν ἐγενόμην· τούτων δʼ ἀμφοτέρων ἐκράτησα ταύτην ἔχων τὴν ἡλικίαν, ἐν ᾗ τοὺς πλείστους ἂν εὕροιμεν πλεῖστα περὶ τὰς πράξεις ἐξαμαρτάνοντας.
46
καὶ ταῦτʼ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγμένοις, ἀλλʼ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων· ὑμεῖς δʼ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων· ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον καὶ τοὺς μετὰ λογισμοῦ τοιούτους ὄντας·
47
οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρονοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν· οἱ δὲ πρὸς τῳ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετή, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμενοῦσιν.