Thesauros Literature Oratory Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι Isocrates
31 τὴν μὲν οὖν δικαιοσύνην ἐκεῖθεν ἂν μάλιστα κατίδοιτε. παραλαβὼν γάρ, ὅτʼ εἰς τὴν ἀρχὴν καθιστάμην, τὰ μὲν βασίλεια χρημάτων κενὰ καὶ πάντα κατηναλωμένα, τὰ δὲ πράγματα ταραχῆς μεστὰ καὶ πολλῆς ἐπιμελείας δεόμενα καὶ φυλακῆς καὶ δαπάνης, εἰδὼς ἑτέρους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ παντὸς τρόπου τὰ σφέτερʼ αὐτῶν διορθουμένους καὶ πολλὰ παρὰ τὴν φύσιν τὴν αὑτῶν πράττειν ἀναγκαζομένους, ὅμως οὐδʼ ὑφʼ ἑνὸς τούτων διεφθάρην,
32 ἀλλʼ ὁσίως καὶ καλῶς ἐπεμελήθην τῶν πραγμάτων, ὥστε μηδὲν ἐλλείπειν ἐξ ὧν οἷόν τʼ ἦν αὐξηθῆναι καὶ πρὸς εὐδαιμονίαν ἐπιδοῦναι τὴν πόλιν. πρός τε γὰρ τοὺς πολίτας μετὰ τοιαύτης πραότητος προσηνέχθην, ὥστε μήτε φυγὰς μήτε θανάτους μήτε χρημάτων ἀποβολὰς μήτʼ ἄλλην μηδεμίαν τοιαύτην συμφορὰν ἐπὶ τῆς ἐμῆς γεγενῆσθαι βασιλείας.
33 ἀβάτου δὲ τῆς Ἑλλάδος ἡμῖν οὔσης διὰ τὸν πόλεμον τὸν γεγενημένον, καὶ πανταχοῦ συλωμένων ἡμῶν, τὰ πλεῖστα τούτων διέλυσα, τοῖς μὲν ἅπαντʼ ἀποτίνων, τοῖς δὲ μέρη, τῶν δʼ ἀναβαλέσθαι δεόμενος, πρὸς δὲ τοὺς ὅπως ἠδυνάμην περὶ τῶν ἐγκλημάτων διαλλαττόμενος. ἔτι δὲ καὶ τῶν νῆσον οἰκούντων δυσκόλως πρὸς ἡμᾶς διακειμένων, καὶ βασιλέως τῷ μὲν λόγῳ διηλλαγμένου τῇ δʼ ἀληθεία τραχέως ἔχοντος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme