Thesauros Literature Oratory Βούσιρις

Βούσιρις

Βούσιρις Isocrates
18 καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν καὶ τὰ συσσίτια καὶ τὴν τῶν σωμάτων ἄσκησιν, ἔτι δὲ τὸ μηδενὸς τῶν ἀναγκαίων ἀποροῦντας τῶν κοινῶν προσταγμάτων ἀμελεῖν, μηδʼ ἐπὶ ταῖς ἄλλαις τέχναις διατρίβειν, ἀλλὰ τοῖς ὅλοις καὶ ταῖς στρατείαις προσέχειν τὸν νοῦν, ἐκεῖθεν ἅπαντα ταῦτʼ εἰλήφασιν.
19 τοσούτῳ δὲ χεῖρον κέχρηνται τούτοις τοῖς ἐπιτηδεύμασιν, ὅσον οὗτοι μὲν ἅπαντες στρατιῶται καταστάντες βίᾳ τὰ τῶν ἄλλων λαμβάνειν ἀξιοῦσιν, ἐκεῖνοι δʼ οὕτως οἰκοῦσιν ὥσπερ χρὴ τοὺς μήτε τῶν ἰδίων ἀμελοῦντας μήτε τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντας. γνοίη δʼ ἄν τις ἐνθένδε τὸ διάφορον ἑκατέρας τῆς πολιτείας.
20 εἰ μὲν γὰρ ἅπαντες μιμησαίμεθα τὴν Λακεδαιμονίων ἀργίαν καὶ πλεονεξίαν, εὐθὺς ἂν ἀπολοίμεθα καὶ διὰ τὴν ἔνδειαν τῶν καθʼ ἡμέραν καὶ διὰ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς αὐτούς· εἰ δὲ τοῖς Αἰγυπτίων νόμοις χρῆσθαι βουληθεῖμεν, καὶ τοῖς μὲν ἐργάζεσθαι, τοῖς δὲ τὰ τούτων σῴζειν δόξειεν, ἕκαστοι τὴν αὑτῶν ἔχοντες εὐδαιμόνως ἂν τὸν βίον διατελοῖμεν.
21 καὶ μὲν δὴ καὶ τῆς περὶ τὴν φρόνησιν ἐπιμελείας εἰκότως ἄν τις ἐκεῖνον αἴτιον νομίσειεν. τοῖς γὰρ ἱερεῦσι παρεσκεύασεν εὐπορίαν μὲν ταῖς ἐκ τῶν ἱερῶν προσόδοις, σωφροσύνην δὲ ταῖς ἁγνείαις ταῖς ὑπὸ τῶν νόμων προστεταγμέναις, σχολὴν δὲ ταῖς τῶν κινδύνων καὶ τῶν ἄλλων ἔργων ἀτελείαις·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme