Thesauros Literature Oratory Τραπεζιτικός

Τραπεζιτικός

Τραπεζιτικός Isocrates
30 εἰ πρὶν μὲν συγγράψασθαι τὸ γραμματεῖον οὕτω σφόδρʼ ἠπίστησα τοῖς πράγμασιν ὥστε μὴ μόνον ἀφεῖναι Πασίωνα τῶν ἐγκλημάτων ἀλλὰ καὶ συνθήκας περὶ αὐτῶν ποιήσασθαι ἐπειδὴ δὲ τοιοῦτον ἔλεγχον κατʼ ἐμαυτοῦ συνεγραψάμην, τηνικαῦτʼ ἐπεθύμησʼ εἰς ὑμᾶς εἰσελθεῖν. καίτοι τίς ἄν οὕτω περί τῶν αὑτοῦ πραγμάτων βουλεύσαιτο;
31 ὃ δὲ πάντων μέγιστον τεκμήριον ὡς οὐκ ἀφειμὲνος ἦν Πασίων ἐν ταῖς συνθήκαις ἀλλʼ ὡμολογηκὼς ἀποδώσειν τὸ χρυσίον· ὅτε γὰρ Μενέξενος ἔλαχεν αὑτῷ τὴν δίκην, οὔπω διεφθαρμένου τοῦ γραμματείου, προσπέμπων Ἀγύρριον, ὄντʼ ἀμφοτέροις ἡμῖν ἐπιτήδειον, ἠξίου μʼ ἤ Μενέξενον ἀπαλλάττειν ἢ τὰς συνθήκας τὰς γεγενημένας πρὸς αὑτὸν ἀναιρεῖν.
32 καίτοι, ὦ ἄνδρες δικασταί, οἴεσθʼ ἂν αὐτὸν ἐπιθυμεῖν ἀναιρεθῆναι ταύτας τὰς συνθήκας, ἐξ ὧν ψευδομένους ἡμᾶς ἔμελλεν ἐξελέγξειν; οὔκουν ἐπειδή γε μετεγράφησαν, τούτους ἔλεγε τοὺς λόγους, ἀλλὰ περὶ ἁπάντων εἰς ἐκείνας κατέφευγε καὶ ἀνοίγειν ἐκέλευε τὸ γραμματεῖον. ὡς οὖν τὸ πρῶτον ἀναιρεῖν ἐζήτει τὰς συνθήκας, αὐτὸν Ἀγύρριον μαρτυροῦντα παρέξομαι. καί μοι ἀνάβηθι.
32 Μαρτυρία

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme