36
πρὸς δὲ τὴν πολιτείαν, οὐδὲ γὰροὐδὲ γὰρ Λ· οὐδέ γε Γ. τοῦτο παραλειπτέον, ὥσπερ οὐδʼὥσπερ οὐδʼ Λ· οὐδὲ γὰρ Γ. Kayser proposed to delete ἀλλὰ and περὶ τὸν δῆμον to correct the anacoluthon, which may well be intentional. ἐκεῖνος αὐτῆς ἠμέλησεν, ἀλλὰ τοσούτῳ τῶν μάλιστʼ εὐδοκιμησάντων ἀμείνων περὶ τὸν δῆμον γέγονεν, ὅσον τοὺς μὲν ἄλλους εὑρήσεθʼ ὑπὲρ αὑτῶν στασιάσαντας, ἐκεῖνον δʼ ὑπὲρ ὑμῶν κινδυνεύοντα. οὐ γὰρ ἀπελαυνόμενος ἀπὸ τῆς ὀλιγαρχίας ἀλλὰ παρακαλούμενος ἦν δημοτικός· καὶ πολλάκις ἐκγενόμενον αὐτῷ μὴ μόνον μετʼ ὀλίγων τῶν ἄλλων ἄρχειν ἀλλὰ καὶ τούτων αὐτῶν πλέον ἔχειν, οὐκ ἠθέλησεν, ἀλλʼ εἵλεθʼ ὑπὸ τῆς πόλεως ἀδικηθῆναι μᾶλλον ἢ τὴν πολιτείαν προδοῦναι.
37
καὶ ταῦθʼ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθʼ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν· νῦν δʼ αἱ στάσεις αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας. ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων ἐξέπεσεν· καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστʼ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον κατέλυσαν, τὸ δʼ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ φυγὴν κατέγνωσαν· οὕτω σφόδρʼ ἥ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς πόλεως συμφορῶν ἐκοινώνησεν.