Thesauros Literature Oratory Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον Isocrates
5 ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων. ἐκεῖνος δʼ ἐχθρὸς ὢν Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι. λαβόμενος δʼ αὐτοῦ Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι· ἐκεῖνον γὰρ εἶναι τῶν ἐν Πειραιεῖ.
6 ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν. εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν χρημάτων ὁ Πατροκλῆς ἐποιεῖτο· ὁ δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους. ἐκεῖνοι δʼ εἰς τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι. μετὰ δὲ ταῦτʼ,
7 ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτοςοὗτος added by Blass. ἐνεκάλει τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ· διαλλαγεὶς δὲ πρὸς ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει· λαβὼν δὲ καὶ παρὰ τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν. καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με συμπράττειν ἐκείνοις, τελευτῶν δʼ εἰς τοῦτʼ ἀναιδείας ἦλθεν ὥσθʼ ἁπάντων με τῶν γεγενημένων ᾐτιᾶτο· ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme