Thesauros Literature Oratory Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον Isocrates
65 ἐμὲ δὲ τὸν οὕτω πρόθυμον περὶ τὴν πόλιν γεγενημένον μηδὲ τῶν δικαίων ἀξιούμενον τυγχάνειν; τίς δʼ οὐκ ἂν ὑμῖν ἐπιτιμήσειεν, εἰ πεισθέντες ὑπὸ τῶν Καλλιμάχου λόγων τοσαύτην πονηρίαν ἡμῶν καταγνοίητε, οὓς ἐκ τῶν ἔργων κρίναντες διʼ ἀνδραγαθίαν ἐστεφανώσατε, ὅτʼ οὐδʼ οὕτω ῥᾴδιον ἦν ὥσπερ νῦν τυχεῖν ταύτης τῆς τιμῆς;
66 τοὐναντίον δʼ ἡμῖν συμβέβηκεν ἢ τοῖς ἄλλοις· οἱ μὲν γὰρ ἄλλοι τοὺς εἰληφότας τὰς δωρεὰς ὑπομιμνῄσκουσιν, ἡμεῖς δʼ ὑμᾶς τοὺς δεδωκότας ἀξιοῦμεν μνημονεύειν, ἵνʼ ὑμῖν τεκμήριον τῶν εἰρημένων ἁπάντων καὶ τῶν ἐπιτηδευμάτων τῶν ἡμετέρων γένηται.
67 δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο· ἣν ὑμᾶςὑμᾶς Blass: ἡμεῖς. νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲἀξιοῦντες δὲ added by Blass, the MSS. indicating a lacuna of 8 or 9 letters. τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν.ἐμμένειν Blass: ἐμμένοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme