Thesauros Literature Novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
6.3 Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη ʽἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτοὐ πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ’ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ ὁ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος·
6.4 αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηίων τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ ὡς ἐς μάχην ἐξῄεσαν καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων· καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ.
6.5 Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα οἷος ἦν ἐπικατασφάζειν καὶ τὴν Παλλήνην· φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.

De Hipparino

7.1 Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν ʽἹππαρῖνος αὐτῷ ὄνομἀ τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι πολλὰ τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme