29.2
Ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῷ· ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνῳ πολλῷ δηλησαμένη αὐτὸν ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῇ μιγῆναι· καὶ οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύρᾳ τῷ Θρᾳκὶ δι’ ἀφροσύνην ἐπεπήρωτο.
De Celtine
30.1
Λέγεται δὲ καὶ Ἡρακλέα, ὅτε ἀπ’ Ἐρυθείας τὰς Γηρυόνου βοῦς ἤγαγεν, ἀλώμενον διὰ τῆς Κελτῶν χώρας ἀφικέσθαι παρὰ Βρεταννόν· τῷ δὲ ἄρα ὑπάρχειν θυγατέρα, Κελτίνην ὄνομα. Ταύτην δὲ ἐρασθεῖσαν τοῦ Ἡρακλέους κατακρύψαι τὰς βοῦς, μὴ θέλειν τε ἀποδοῦναι, εἰ μὴ πρότερον αὐτῇ μιχθῆναι· τὸν δὲ Ἡρακλέα τὸ μέν τι καὶ τὰς βοῦς ἐπειγόμενον ἀνασώσασθαι, πολὺ μᾶλλον μέντοι τὸ κάλλος ἐκπλαγέντα τῆς κόρης συγγενέσθαι αὐτῇ, καὶ αὐτοῖς χρόνου περιήκοντος γενέσθαι παῖδα Κελτόν, ἀφ’ οὗ δὴ Κελτοὶ προσηγορεύθησαν.
De Dimoeta
31.1
Λέγεται δὲ καὶ Διμοίτην ἁρμόσασθαι μὲν Τροιζῆνος τἀδελφοῦ θυγατέρα Εὐῶπιν· αἰσθανόμενον δὲ συνοῦσαν αὐτὴν διὰ σφοδρὸν ἔρωτα τἀδελφῷ, δηλῶσαι τῷ Τροιζῆνι· τὴν δὲ διὰ τὸ δέος καὶ αἰσχύνην ἀναρτῆσαι αὑτήν, πολλὰ πρότερον λυγρὰ καταρασαμένην τῷ αἰτίῳ τῆς συμφορᾶς.
31.2
Ἔνθα δὴ τὸν Διμοίτην μετ’ οὐ πολὺν χρόνον ἐπιτυχεῖν γυναικὶ μάλα καλῇ τὴν ὄψιν ὑπὸ τῶν κυμάτων ἐκβεβλημένῃ καὶ αὐτῆς εἰς ἐπιθυμίαν ἐλθόντα συνεῖναι· ὡς δὲ ἤδη ἐνεδίδου τὸ σῶμα διὰ μῆκος χρόνου, χῶσαι αὐτῇ μέγαν τάφον, καὶ οὕτως μὴ ἀνιέμενον τοῦ πάθους ἐπικατασφάξαι αὑτόν.
De Anthippe