Thesauros Literature Novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
9.1 Καθ’ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, ʽΠολυκρίτη ὄνομα αὐτᾖ τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις.
9.2 Πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δ’ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ.
9.3 Ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως.
9.4 Ὁ δὲ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ’ ἔρωτος κρατούμενος ʽἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν’ τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ’ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme