Thesauros Literature Novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
8.3 Ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη, ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν.
8.4 Τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη τὼ χεῖρε ἀμφιβαλοῦσα μάλα φιλοφρόνως προσηγάγετο. Παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων ἐξένιζεν αὐτόν.
8.5 παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι’ ἑρμηνέως ἐπυνθάνετο πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι αὑτῷ, γυναικί, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme