Book 5
13.1
Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθείας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ... ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν.
13.2
Ὁ δὲ ὡς ἤκουσεν παρά τινος τῶν Ῥοδίων τὴν τῆς Ἀνθείας εὕρεσιν, διὰ μέσης τῆς πόλεως βοῶν Ἄνθεια ἐοικὼς μεμηνότι ἔθει. Καὶ δὴ συντυγχάνει τοῖς περὶ τὴν Ἄνθειαν πρὸς τῷ ἱερῷ τῆς Ἴσιδος, πολὺ δὲ τῶν Ῥοδίων πλῆθος ἐφείπετο.
13.3
Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν· τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί· καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν· κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν προτέρων μνήμη, τὸ τῶν μελλόντων δέος· ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, πάλιν λέγοντες ὁρῶμεν Ἁβροκόμην καὶ Ἄνθειαν τοὺς καλούς.
13.4
Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, ἐξαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον σοὶ λέγοντες, ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν· διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν· προυκυλίοντό τε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον.