Thesauros Literature Novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 4

4.3 Ὁ δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ’ αὐταῖς· διπλασίονάς τε γὰρ ὧν ἔλαβεν ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν οἰῶν· βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν.
4.4 Δὶς ἡγεῖτο ἐπὶ πότον· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε.
4.5 Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δι’ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.
5.1 Ἐν τούτοις οὖσιν αὐτοῖς δεύτερος ἄγγελος ἐλθὼν ἐξ ἄστεος ἐκέλευεν ἀποτρυγᾶν τὰς ἀμπέλους ὅτι τάχιστα, καὶ αὐτὸς ἔφη παραμενεῖν ἔστ’ ἂν τοὺς βότρυς ποιήσωσι γλεῦκος, εἶτα οὕτως κατελθὼν εἰς τὴν πόλιν ἄξειν τὸν δεσπότην ἤδη τῆς μετοπωρινῆς τρύγης.
5.2 Τοῦτόν τε οὖν τὸν Εὔδρομον (οὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῷ ἔργον τρέχειν) ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες, τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῇ γενέσθαι τρυγητοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme