Book 3
9.3
Αὐτίκα οὖν ἐκ τῆς πήρας προυκόμιζε μελιτώματα πολλὰ καὶ τοὺς θηραθέντας δὲ τῶν ὀρνίθων· καὶ τούτους ἐς τράπεζαν νυκτερινὴν ηὐτρέπιζον. Δεύτερος κρατὴρ ἵστατο καὶ δεύτερον πῦρ ἀνεκάετο.
9.4
Καὶ ταχὺ μάλα νυκτὸς γενομένης, δευτέρας τραπέζης ἐνεφοροῦντο, μεθ’ ἣν τὰ μὲν μυθολογήσαντες τὰ δὲ ᾄσαντες εἰς ὕπνον ἐχώρουν, Χλόη μετὰ τῆς μητρός, Δρύας ἅμα Δάφνιδι.
9.5
Χλόῃ μὲν οὖν οὐδὲν χρηστὸν ἦν ὅτι μὴ τῆς ἐπιούσης ἡμέρας ὀφθησόμενος ὁ Δάφνις· Δάφνις δὲ κενὴν τέρψιν ἐτέρπετο· τερπνὸν γὰρ ἐνόμιζε καὶ πατρὶ συγκοιμηθῆναι Χλόης· ὥστε καὶ περιέβαλλεν αὐτὸν καὶ κατεφίλει πολλάκις, ταῦτα πάντα ποιεῖν Χλόην ὀνειροπολούμενος.
10.1
Ὡς δὲ ἐγένετο ἡμέρα, κρύος μὲν ἦν ἐξαίσιον καὶ αὖρα βόρειος ἀπέκαε πάντα. Οἱ δὲ ἀναστάντες θύουσι τῷ Διονύσῳ κριὸν ἐνιαύσιον καὶ πῦρ ἀνακαύσαντες μέγα παρεσκευάζοντο τροφήν.
10.2
Τῆς οὖν Νάπης ἀρτοποιούσης καὶ τοῦ Δρύαντος τὸν κριὸν ἕψοντος, σχολῆς ὁ Δάφνις καὶ ἡ Χλόη λαβόμενοι προῆλθον τῆς αὐλῆς ἵνα ὁ κιττός· καὶ πάλιν βρόχους στήσαντες καὶ ἰξὸν ἐπαλείψαντες ἐθήρων πλῆθος οὐκ ὀλίγον ὀρνίθων.
10.3
Ἦν δ’ αὐτοῖς καὶ φιλημάτων ἀπόλαυσις συνεχὴς καὶ λόγων ὁμιλία τερπνή. “Διὰ σὲ ἦλθον, Χλόη.” “Οἶδα, Δάφνι.” “Διὰ σὲ ἀπολλύω τοὺς ἀθλίους κοψίχους.” “Τί οὖν σοι γένωμαι;” “Μέμνησό μου.” “Μνημονεύω, νὴ τὰς Νύμφας, ἃς ὤμοσά ποτε εἰς ἐκεῖνο τὸ ἄντρον , εἰς ὃ ἥξομεν εὐθύς, ἂν ἡ χιὼν τακῇ.”