Thesauros Literature Novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Book 3

3.1 Ὁ μὲν δὴ Μηθυμναίων καὶ Μυτιληναίων πόλεμος ἀδόκητον λαβὼν ἀρχὴν καὶ τέλος οὕτω διελύθη. Γίνεται δὲ χειμὼν Δάφνιδι καὶ Χλόῃ τοῦ πολέμου πικρότερος· ἐξαίφνης γὰρ περιπεσοῦσα χιὼν πολλὴ πάσας μὲν ἀπέκλεισε τὰς ὁδούς, πάντας δὲ κατέκλεισε τοὺς γεωργούς.
3.2 Λάβροι μὲν οἱ χείμαρροι κατέρρεον, ἐπεπήγει δὲ κρύσταλλος· τὰ δένδρα ἐῴκει κατεσκελετευμένοις· ἡ γῆ πᾶσα ἀφανὴς ἦν ὅτι μὴ περὶ πηγάς που καὶ ῥεύματα.
3.3 Οὔτ’ οὖν ἀγέλην τις ἐς νομὴν ἦγεν οὔτε αὐτὸς προῄει τῶν θυρῶν, ἀλλὰ πῦρ καύσαντες μέγα περὶ ᾠδὰς ἀλεκτρυόνων οἱ μὲν λίνον ἔστρεφον, οἱ δὲ αἰγῶν τρίχας ἔπλεκον, οἱ δὲ πάγας ὀρνίθων ἐσοφίζοντο.
3.4 Τότε βοῶν ἐπὶ φάτναις φροντὶς ἦν ἄχυρον ἐσθιόντων, αἰγῶν καὶ προβάτων ἐν τοῖς σηκοῖς φυλλάδας, ὑῶν ἐν τοῖς συφεοῖς ἄκυλον καὶ βαλάνους.
4.1 Ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνων τε ἀπηλλαγμένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύτερον.
4.2 Χλόη δὲ καὶ Δάφνις ἐν μνήμῃ γενόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκτας τε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ θανάτου παλιγγενεσίαν.
4.3 Ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς συνήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπιον, ἢ σύριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme