Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 8

3.9 Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πιστεύειν εἶχε οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε ταχέως πάντα πράττειν.
3.10 Ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. Τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ’ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα τῷ μεγάλῳ βασιλεῖ πέμπω διὰ σοῦ.
3.11 Τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει.” Ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω κομιζομένων τριηρῶν· πάντες γὰρ ἤθελον ἀκολουθεῖν Χαιρέᾳ καὶ προυτίμων αὐτὸν πατρίδων καὶ τέκνων.
3.12 Ὁ δὲ μόνας εἴκοσι τριήρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας, ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους· πολλοὶ δὲ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. Τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχησεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρρόη δὲ προσήνεγκε τὸν κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ.
3.13 Ἡ δὲ οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” φησὶ “σὺ κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός, Δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. Ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν Βαβυλῶνι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme