Book 7
4.3
“Οὕτωσ” ἔφη “ποιήσειαν οἱ θεοί.” Συνεσπειραμένους οὖν ὁ Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον, ὥστε πολὺ ἐλάττονας δόξαι· καὶ ὡς ἀληθῶς ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ. καὶ τὸ μὲν πρῶτον οὐδὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων· ὡς δ’ ἐγγὺς ἦσαν, βλέποντες αὐτοὺς οἱ ἀπὸ τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πᾶν μᾶλλον ἢ πολεμίους εἶναι προσδοκῶντες.
4.4
Τίς γὰρ ἂν καὶ προσεδόκησε τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν οὐδὲ πᾶσα ἡ τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν καὶ τί βούλοιντο.
4.5
Χαιρέας δὲ ἀπεκρίνατο “ἡμεῖς Ἕλληνες μισθοφόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι πάρεσμεν πρὸς ὑμᾶς, μεθ’ ὑμῶν ἀμύνεσθαι
4.6
θέλοντες τὸν κοινὸν ἐχθρόν.” Ἐμήνυσέ τις ταῦτα τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν ὁ στρατηγὸς μετ’ ὀλίγων. Τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας ὥρμησεν ἐπὶ τοὺς ἄλλους, τύπτε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ’ ἀεικής. ἄλλος δ’ ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην βοῶν ἐμπεσόντες ἀφύλακτον· οἰμωγὴ δὲ καὶ θρῆνος κατεῖχε τὴν πόλιν ἅπασαν, ὀλίγων μὲν τὸ γινόμενον ὁρώντων, πάντων δὲ θορυβουμένων.
4.7
Καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ συμβεβηκός. Τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν.