Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 7

5.12 Τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἡ μάχη συνήφθη. Χρόνον μὲν οὖν πολὺν ἀντέσχεν ἡ πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. Καὶ βασιλεὺς δὲ ἔφιππος διώκων Σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου καταφυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν· τάχα δ’ ἂν καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο.
5.13 καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ τούτοις λυπούμενον βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα· κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον· διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς ἐπιλέκτους.” Ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν·
5.14 ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέκτεινεν. Ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα.
5.15 Θεασάμενος δὲ ἐκεῖνος “ἀναγράψω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρρόην γυναῖκα. Κέκρικε τὴν δίκην ὁ πόλεμος. Ἔχεις τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρρόης ἀνήρ ἐστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme