Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 6

3.2 Τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. Ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ σφοδρός· ἐρῶ ...δεινὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.”
3.3 Ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι μηδὲν δύνασθαι προσθεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη· οὐδὲ γὰρ πρότερον ἀνύποπτος ἦν, ἀλλ̓ ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη·
3.4 προσεποιεῖτο δ᾽ ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει; χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη, καλαὶ μὲν μυρίαι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος. Ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις.
3.5 Πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” Ἀπεκρίνατο βασιλεὺς “τοῦτ’ ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμόλογα. Προσποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακουσία. Καὶ τοῦτο δὲ τῆς ἀπάτης ἐστὶ σημεῖον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme