Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 6

1.6 Νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει· κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες λογισμούς, ἀλλὰ ἡ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι τάχιον, ἵνα ἀπόθηται τὴν παρακαταθήκην ὡς φορτίον· ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος γυναικὸς ἀντισυγκρινόμενον ἐγγύς· ὑπώπτευε δὲ καὶ βασιλέως τὰς πυκνὰς εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας.
1.7 Πρότερον μὲν γὰρ σπανίως εἰς τὴν γυναικωνῖτιν εἰσῄει· ἀφ’ οὗ δὲ Καλλιρρόην εἶχεν ἔνδον, συνεχῶς ἐφοίτα. Παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς ὁμιλίαις ἡσυχῆ Καλλιρρόην ὑποβλέποντα, καὶ τοὺς ὀφθαλμοὺς κλέπτοντας μὲν τὴν θέαν, αὐτομάτως δὲ ἐκεῖ φερομένους.
1.8 Στάτειρα μὲν οὗν ἡδεῖαν ἡμέραν ἐξεδέχετο, βασιλεὺς δὲ οὐχ ὁμοίαν, ἀλλ’ ἠγρύπνει δι᾽ ὅλης τῆς νυκτὸς ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτε ὕπτιος, ἄλλοτε δὲ πρηνής, ἐννοούμενος καθ’ αὑτὸν καὶ λέγων “πάρεστιν ἡ κρίσις· ὁ γὰρ προπετὴς ἐγὼ σύντομον ἔδωκα προθεσμίαν. Τί οὖν μέλλομεν πράττειν ἕωθεν; ἄπεισι Καλλιρρόη λοιπὸν εἰς Μίλητον ἢ εἰς Συρακούσας.
1.9 Ὀφθαλμοὶ δυστυχεῖς, μίαν ὥραν ἔχετε λοιπὸν ἀπολαῦσαι τοῦ καλλίστου θεάματος· εἶτα γενήσεται δοῦλος ἐμὸς εὐτυχέστερος ἐμοῦ. Σκέψαι τί σοι πρακτέον ἐστίν, ὧ ψυχή· κατὰ σαυτὴν γενοῦ· σύμβουλον οὐκ ἔχεις ἄλλον· ἔρωτος σύμβουλός ἐστιν αὐτὸς ὁ ἔρως.
1.10 Πρῶτον οὖν ἀπόκριναι σεαυτῷ. Τίς εἶ; Καλλιρρόης ἐραστὴς ἢ δικαστής; μὴ ἐξαπάτα σεαυτόν. Ἀρνῇ μέν, ἀλλὰ ἐρᾷς· ἐλεγχθήσῃ δὲ μᾶλλον, ὅταν αὐτὴν μὴ βλέπῃς. Τί οὖν; σεαυτὸν θέλεις λυπεῖν; Ἥλιος προπάτωρ σὸς ἐξεῖλέ σοι τοῦτο τὸ ζῶον, κάλλιστον ὧν αὐτὸς ἐφορᾷ, σὺ δ’ ἀπελαύνεις τὸ δῶρον τοῦ θεοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme