Book 6
7.5
Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” Ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πῥ??ʼς αὐτόν. Ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλλιρρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων.
7.6
Ἡ δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δ’ ὅμως. Ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐδ’ ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος.
7.7
Ἀλλ’ ἐγὼ ʽτιμῶ γάρ σἐ πρὸς ἐκεῖνον οὐ κατηγόρευσα τὴν μανίαν τὴν σήν, τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. Πάρεισιν οὖν σοι δύο ὁδοί. Ὁποτέραν βούλει τρέπεσθαι; μηνύσω βούλει τρέπεσθαι. μηνύσω δὲ ἀμφοτέρας· πεισθεῖσα μὲν βασιλεῖ δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις· οὐ δήπου γάρ σε αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις· εἰ δὲ μή, πείσῃ ἄκουσα ἃ πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις
7.8
οὐδὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.” κατεγέλασε Καλλιρόη τῆς ἀπειλῆς καὶ ἔφη “οὐ νῦν πρῶτον πείσομαί τι δεινόν· ἔμπειρός εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα διαθεῖναι χαλεπώτερον; ζῶσα κατεχώσθην· παντὸς δεσμωτηρίου τάφος ἐστὶ στενότερος.