Book 5
2.1
Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δι᾽ Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδρότερον, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο αἴτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ’ ἴχνος ἐπηκολούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκροτῆσαι τὰ πρὸς τὴν δίκην.
2.2
Ἀφικόμενος οὖν εἰς Βαβυλῶνα ʽβασιλεὺς γὰρ αὐτόθι διέτριβεν’ ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παρ’ ἑαυτῷ· πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀπὁ??ʼμένους· τῆς δὲ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα “ἀπάγγειλον” εἶπε “βασιλεῖ· Μιθριδάτης σὸς δοῦλος πάρεστιν ἀπολύσασθαι διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.”
2.3
Μετ’ οὐ πολὺ δ’ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο ὅτι “ἐστὶ βασιλεῖ βουλομένῳ Μιθριδάτην μηδὲν ἀδικεῖν· κρινεῖ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.” Προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο, μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸν “ἐγὼ κρίνομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρρόην ἐγκαλοῦμαι· τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει· πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον ὀφθῇς.