Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 5

9.3 ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ παῦσαι δακρύσυσα· χρηστός ἐστι βασιλεύς. Ἕξεις ἄνδρα, ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.” Ἡδέως ἡ Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας.
9.4 Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους.
9.5 Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν.
9.6 Ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονήρως· ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.” Λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν.
9.7 Ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παρ’ οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme