Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 5

7.5 Γάμον νόμιζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακουσία δοξάτω. Μάθε, δέσποτα, ὅτι Διονύσιον οὔτε ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. Πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ’ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν· ἀναγινώσκει γραμματεῖα κενά.
7.6 Τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. Προφέρεις ἐπιστολήν. Ἐδυνάμην εἰπεῖν ʽοὐ γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρρόην Χαιρέας ζητεῖ· κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.ʼ ʽΝαἲ φής· ʽἀλλὰ Χαιρέας μὲν τ̔??ʼθνηκε, σὺ δ’ ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.ʼ Προκαλῇ με,
7.7 Διονύσιε, πρόκλησιν οὐδαμῶς σοι συμφέρουσαν. Μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. Βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ʽΜιθριδάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.ʼ Ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ δὲ μοιχὸν εὑρήσει.”
7.8 Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένει. Τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ᾖν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον εἰδέναι. Κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ̓ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.
7.9 Ἔλεγεν οὖν “εἰπὲ” φησὶν “ὅ τι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατήσεις με σοφίσμασι καὶ οὐκ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ᾽ εὑρεθήσεταί ποτε Διονύσιος συκοφαντῶν.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme